Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.17 Joseph. AJ 15.22 (English) >>Joseph. AJ 15.27

15.20ἦν δʼ οὐκ ἐντεῦθεν σπουδή, διὰ δὲ τὸ μὴ κατʼ ἀξίαν αὐτὸς ἄρχειν δεδοίκει τὰς ἐξ εὐλόγων μεταβολὰς καὶ τὸν Ὑρκανὸν ὑποχείριον ἔχειν ἔσπευδεν καὶ παντάπασιν ἐκποδὼν ποιήσασθαι· τοῦτο γὰρ ἔπραξεν ἐν ὑστέρῳ. 15.21

Τότε μέντοι γε ἐπειδὴ παρῆν πεπεισμένος ἐφέντος τε τοῦ Πάρθου καὶ τῶν Ἰουδαίων χρήματα παρασχομένων, ἁπάσῃ τιμῇ δεξάμενος αὐτὸν ἔν τε τοῖς συλλόγοις τὸν πρῶτον ἔνεμε τόπον καὶ παρὰ τὰς ἑστιάσεις προκατακλίνων ἐξηπάτα πατέρα καλῶν καὶ παντοδαπῶς τὸ τῆς ἐπιβουλῆς ἀνύποπτον πραγματευόμενος. 15.22ὑποκαθίστατο δὲ καὶ τἆλλα πρὸς τὸ συμφέρον τῆς ἀρχῆς, ἐξ ὧν αὐτῷ καὶ τὰ περὶ τὴν οἰκίαν ἐστασιάσθη· φυλαττόμενος γάρ τινα τῶν ἐπισήμων ἀποδεικνύειν ἀρχιερέα τοῦ θεοῦ, μεταπεμψάμενος ἐκ τῆς Βαβυλῶνος ἱερέα τῶν ἀσημοτέρων Ἀνάνηλον ὀνόματι τούτῳ τὴν ἀρχιερωσύνην δίδωσιν. 15.23

Εὐθὺς οὖν οὐκ ἤνεγκεν Ἀλεξάνδρα τὴν ἐπήρειαν, θυγάτηρ μὲν Ὑρκανοῦ, γυνὴ δὲ Ἀλεξάνδρου τοῦ Ἀριστοβούλου βασιλέως, ἐξ Ἀλεξάνδρου παῖδας ἔχουσα τὸν μὲν ὥρᾳ κάλλιστον Ἀριστόβουλον καλούμενον, τὴν δὲ Ἡρώδῃ συνοικοῦσαν Μαριάμμην εὐμορφίᾳ διάσημον. 15.24ἐτετάρακτο δὲ καὶ χαλεπῶς ἔφερεν τὴν ἀτιμίαν τοῦ παιδός, εἰ περιόντος ἐκείνου τῶν ἐπικλήτων τις ἀξιοῦται τῆς ἀρχιερωσύνης, καὶ γράφει Κλεοπάτρᾳ μουσουργοῦ τινος αὐτῇ συμπραγματευομένου τὰ περὶ τὴν κομιδὴν τῶν γραμμάτων αἰτεῖσθαι παρʼ Ἀντωνίου τῷ παιδὶ τὴν ἀρχιερωσύνην.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.17 Joseph. AJ 15.22 (English) >>Joseph. AJ 15.27

Powered by PhiloLogic